TLG 0038 001 :: ARCESILAI EPISTULA :: Epistula

ARCESILAI EPISTULA Epist.
(Incertum)

Cf. et ARCESILAUS Phil. (1172)

Epistula

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 131.

Citation: (Line)

tἈρκεσίλαος Θαυμασίᾳ χαίρειν.
1 Δέδωκα Διογένει διαθήκας ἐμαυτοῦ κομίσαι πρός σε· διὰ γὰρ τὸ πολλάκις ἀρρωστεῖν καὶ τὸ σῶμα ἀσθενῶς ἔχειν ἔδοξέ μοι διαθέσθαι, ἵν’ εἴ τι γένοιτο ἀλλοῖον, μήτι σε ἠδικηκὼς ἀπίω, τὸν εἰς ἔμ’ ἐκτενῶς
5οὕτω πεφιλοτιμημένον. καὶ ἀξιοπιστότατος δ’ εἶ τῶν ἐνθάδε σύ μοι τηρῶν αὐτὰς διά τε τὴν ἡλικίαν καὶ τὴν πρὸς ἡμᾶς οἰκειότητα. πειρῶ οὖν, μεμνημέ‐ νος διότι σοι πίστιν τὴν ἀναγκαιοτάτην παρακατατί‐ θεμαι, δίκαιος ἡμῖν εἶναι, ὅπως ὅσον ἐπὶ σοὶ τὰ
10κατ’ ἐμὲ εὐσχημόνως ᾖ μοι διῳκημένα. κεῖνται δὲ Ἀθήνησιν αὗται παρά τισι τῶν γνωρίμων καὶ ἐν Ἐρε‐
τρίᾳ παρ’ Ἀμφικρίτῳ.131